Παρασκευή, 23 Νοεμβρίου 2012

207 - καὶ ἀπὸ τότε ἱλαρὸς ἦν Φίλιππος ἐπὶ τῇ τοῦ τέκνου ἐλπίδι

Ο Αλέξανδρος δαμάζοντας τον Βουκεφάλα, έργο του John Steell,
που βρίσκεται στο Εδιμβούργο της Σκωτίας.

Στον Βίο Αλεξάνδρου του Μακεδόνος του Ψευδο-Καλλισθένη, έργο γεμάτο φανταστικά γεγονότα από τη ζωή του Μεγάλου Αλεξάνδρου, αλλά με μεγάλη διάδοση τον Μεσαίωνα, βρίσκουμε και την παρακάτω ιστορία που αφορά τον Βουκεφάλα, το θρυλικό άλογο του Αλέξανδρου, και τον τρόπο που δαμάστηκε, αν και ανθρωποφάγο, και τι είπε ο Φίλιππος, ο πατέρας του Αλέξανδρου, όταν τον είδε να τρέχει με τον Βουκεφάλα χωρίς χαλινάρι στο μέσον της Πέλλας. 



Η εικονογράφηση προέρχεται από περγαμηνό κώδικα του 14ου αιώνα που φυλάσσεται στο Ελληνικό Ινστιτούτο Βενετίας (εδώ) και η γλώσσα του κειμένου είναι βατή.

Ο Μέγας Αλέξανδρος κοσμοκράτορας (στη μικρογραφία
παρουσιάζεται ντυμένος ως Βυζαντινός αυτοκράτορας)

᾿Εν μιᾷ οὖν τῶν ἡμερῶν κομίζουσιν οἱ τοῦ Φιλίππου ἱπποφόροι ἐκ τῶν ἱπποφορβίων αὐτοῦ πῶλον ὑπερμεγεθέστατον καὶ παρέστησαν αὐτὸν τῷ βασιλεῖ Φιλίππῳ λέγοντες·“δέσποτα βασιλεῦ, τοῦτον τὸν ἵππον ἐν τοῖς βασιλικοῖς ἱπποφορβίοις εὕρομεν γεννηθέντα, κάλλει διαφέροντα τοῦ Πηγάσου, ὃν κομίζομέν σοι, δέσποτα.” Θεασάμενος δὲ αὐτοῦ τὸ μέγεθος καὶ τὸ κάλλος Φίλιππος ὁ βασιλεὺς ἐθαύμασεν. βίᾳ δὲ φερόμενος ὑπὸ πάντων κατείχετο. οἱ δὲ ἱπποφόροι εἶπον·“μέγιστε βασιλεῦ, ἀνθρωποφάγος ἐστίν.” ὁ δὲ βασιλεὺς Φίλιππος εἶπεν·“ἀληθῶς ἐν τούτῳ πληροῦται τὸ ἐν τοῖς ῞Ελλησι παροίμιον, ὅτι ἐγγὺς ἀγαθοῦ πέφυκε κακόν. ἀλλ᾿ ἐπειδὴ αὐτὸν ἐνηνόχατε, λήψομαι αὐτόν.” καὶ ἐκέλευσε τοῖς προπόλοις αὐτοῦ ποιῆσαι σιδηρὸν κάγγελον καὶ τοῦτον ἐγκλεῖσαι ἀχαλίνωτον. “καὶ τοὺς μὴ ὄντας ὑπηκόους τῆς ἐμῆς βασιλείας ἀλλ᾿ ὑποπίπτοντας ἢ τῷ νόμῳ ἀπειθοῦντας ἢ ἐπὶ λῃστείᾳ  ληφθέντας αὐτῷ παραβάλλετε.” καὶ ἐγένετο καθὼς ἐκέλευσεν ὁ βασιλεύς.


Ασημένιο τετράδραχμο του Σέλευκου Ι.
Στον εμπροσθότυπο φέρει την κεφαλή του Βουκεφάλα.

᾿Επανελθὼν δὲ Φίλιππος ἀπὸ τῆς ἀποδημίας ἐξῆλθεν εἰς Δελφοὺς χρησμοδοτηθῆναι τίς ἄρα μετ᾿ αὐτὸν βασιλεύσει. ἡ δὲ ἐν Δελφοῖς Πυθία γευσαμένη τοῦ Κασταλίου νάματος διὰ χθονίου χρησμοῦ οὕτως εἶπεν·“Φίλιππε, ἐκεῖνος ὅλης τῆς οἰκουμένης βασιλεύσει καὶ δόρατι πάντας ὑποτάξει, ὅστις τὸν Βουκέφαλον ἵππον ἁλλόμενος διὰ μέσης τῆς Πέλλης διοδεύσει.” ἐκλήθη δὲ Βουκέφαλος, ἐπειδὴ ἐν τῷ μηρῷ εἶχεν ἔγκαυμα βοὸς φαίνοντα κεφαλήν. ὁ δὲ Φίλιππος ἀκούσας τὸν χρησμὸν προσεδόκα νέον ῾Ηρακλῆν.


Ο χρησμός της Πυθίας στον Φίλιππο και ο δαμασμός του Βουκεφάλα
 
᾿Εγένετο δὲ ᾿Αλέξανδρος ἐτῶν δεκαπέντε·καὶ ἐν μιᾷ τῶν ἡμερῶν ἔτυχε διέρχεσθαι αὐτὸν τὸν τόπον, ἔνθα ἦν ὁ Βουκέφαλος ἵππος ἐγκεκλεισμένος, καὶ ἤκουσε χρεμετισμοῦ φοβεροῦ καὶ ἐπιστραφεὶς πρὸς τοὺς προπόλους εἶπεν·“τίς οὗτος ὁ χρεμετισμὸς τοῦ ἵππου;” ἀποκριθεὶς δὲ Πτολεμαῖος ὁ στρατάρχης εἶπεν·“δέσποτα, οὗτός ἐστιν ὁ Βουκέφαλος ἵππος, ὃν ὁ πατήρ σου ἐνέκλεισε διὰ τὸ ἀνθρωποφάγον αὐτὸν εἶναι.ἀκούσας δὲ ὁ ἵππος τῆς ᾿Αλεξάνδρου λαλιᾶς ἐχρεμέτισεν ἐκ δευτέρου, οὐχ ὡς πάντοτε φοβερὸν ἀλλὰ μελιχρὸν καὶ λιγυρὸν ὡς ὑπὸ θεοῦ ὑποτασσόμενος. ὡς οὖν ἤγγισε τῷ καγγέλλῳ ᾿Αλέξανδρος, εὐθέως ὁ ἵππος προέτεινε τοὺς ἐμπροσθίους πόδας τῷ ᾿Αλεξἀνδρῳ καὶ τὴν γλῶτταν αὐτοῦ προσχαλῶν αὐτῷ ὑποφαίνων τὸν ἴδιον δεσπότην. ὁ δὲ ᾿Αλέξανδρος θεασάμενος τὴν θαυμαστὴν τοῦ ἵππου πρόσοψιν καὶ λείψανα πολλῶν ἀνθρώπων βιοθανάτων ὑποκείμενα αὐτῷ παραγκωνισάμενος τοὺς φύλακας τοῦ ἵππου ἤνοιξε τὸ κάγγελλον. καὶ δραξάμενος αὐτοῦ τοῦ τένοντος ὑπετάγη αὐτῷ καὶ ἥλατο αὐτὸν ἀχαλίνωτον καὶ διῆγε διὰ μέσου τῆς πόλεως Πέλλης. δραμὼν δέ τις τῶν ἱπποφορβῶν ἀπήγγειλε τῷ βασιλεῖ Φιλίππῳ ἔξω ὄντι τῆς πόλεως. ὁ δὲ Φίλιππος ὑπομνησθεὶς τοῦ χρησμοῦ εὐθέως ὑπήντησε τῷ ᾿Αλεξάνδρῳ καὶ ἠσπάσατο αὐτὸν εἰπών· “χαίροις ᾿Αλέξανδρε κοσμοκράτορ.” καὶ ἀπὸ τότε ἱλαρὸς ἦν Φίλιππος ἐπὶ τῇ τοῦ τέκνου ἐλπίδι.


Ο Αλέξανδρος ημιθανής, ο Βουκεφάλας προσέρχεται και...


"...ήρξατο τοις δάκρυσι καταλούειν την κλίνην.
επί δέ τη δακρυρρο
ία του ίππου, κοπετός γέγονεν άπασι"
Related Posts Plugin for WordPress, Blogger...